Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.97 Joseph. AJ 4.101 (English) >>Joseph. AJ 4.105

4.99τούτου τοίνυν πταίσαντος οὐκ εἰς τὸ παρὸν μόνον τοῖς Ἑβραίοις ἐπέδωκε τὰ πράγματα, ἀλλὰ καὶ πρὸς τὸ μέλλον ἀγαθῶν αὐτοῖς αἴτιος ἀποθανὼν ὑπῆρξε· καὶ γὰρ πόλεις ἑξήκοντα λαμπρῶς πάνυ τετειχισμένας ὑποτελεῖς ἐκείνῳ παρέλαβον καὶ λείαν πολλὴν ἰδίᾳ τε καὶ δημοσίᾳ πάντες εὐπόρησαν. 4.100

Μωυσῆς μὲν οὖν στρατοπεδεύει καὶ ἀγαγὼν τὴν δύναμιν ἐπὶ τῷ Ἰορδάνῳ κατὰ τὸ μέγα πεδίον Ἱεριχοῦντος ἀντικρύ, πόλις δʼ ἐστὶν εὐδαίμων αὕτη φοίνικά τε φέρειν ἀγαθὴ καὶ βάλσαμον νεμομένη. ἤρχοντο δὲ φρονεῖν ἐφʼ ἑαυτοῖς μέγα Ἰσραηλῖται καὶ τὴν πρὸς τοὺς πολέμους ἐπιθυμίαν ὑπερέτεινον. 4.101καὶ Μωυσῆς ὀλίγων ἡμερῶν θύσας χαριστήρια πρῶτον τῷ θεῷ καὶ τὸν λαὸν εὐωχήσας μέρος τι τῶν ὁπλιτῶν ἐξέπεμψε δῃῶσον τὴν Μαδιηνιτῶν γῆν καὶ τὰς πατρίδας αὐτῶν ἐκπολιορκῆσον. τοῦ δʼ ἐκπολεμηθῆναι πρὸς αὐτοὺς αἰτίαν ἔλαβε τοιαύτην. 4.102

Βάλακος τῶν Μωαβιτῶν βασιλεὺς φιλίας αὐτῷ πατρῴας οὔσης καὶ συμμαχίας πρὸς Μαδιηνίτας, ἐπεὶ τοὺς Ἰσραηλίτας τοσοῦτον φυομένους ἑώρα καὶ περὶ τῶν αὐτοῦ πραγμάτων λίαν εὐλαβεῖτο, καὶ γὰρ οὐδὲν πέπυστο γῆν ἄλλω πολυπραγμονεῖν τοὺς Ἑβραίους ἀπηγορευκότος τοῦ θεοῦ κτησαμένους τὴν Χαναναίων, θᾶττον φρονιμώτερον ἐγχειρεῖν ἔγνω τοῖς λόγοις. 4.103καὶ πολεμεῖν μὲν ἐπὶ ταῖς εὐπραγίαις θρασύτερον ὑπὸ τῆς κακοπραγίας κατειλημμένοις οὐκ ἔκρινε, κωλῦσαι δʼ εἰ δύναιτο γενέσθαι μεγάλους λογιζόμενος πρεσβεῦσαι πρὸς Μαδιηνίτας ὑπὲρ αὐτῶν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.97 Joseph. AJ 4.101 (English) >>Joseph. AJ 4.105

Powered by PhiloLogic